# De materia medica 96-2

Dioscurides Pedianus, De materia medica, ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 96. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/de-materia-medica/96-2

96 λεοντοπέταλον· οἱ δὲ λεοντοπόδιον, οἱ δὲ παρδάλιον, οἱ δὲ θορύβηθρον, οἱ δὲ λεύκηθρον καλοῦσι. καυλὸν ἀνίησιν ὅσον σπιθαμῆς, ἔχοντα μασχάλας πλείστας, ἐφ᾿ ὧν ἄκρων λοβοὶ ὅμοιοι ἐρεβίνθοις· ἐν δὲ τούτοις δύο ἢ τρία σπερμάτια· φύλλα δὲ ὅμοια κράμβῃ, ῥίζα μέλαινα ὥσπερ γογγύλης, ἔχουσα ἐξοχὰς καθάπερ κονδύλους τινάς φύεται ἐν ἀρούραις καὶ ἐν τῷ σίτῳ. ταύτης ἡ ῥίζα σὺν οἴνῳ πινομένη βοηθεῖ ἑρπετοδήκτοις, ταχέως ἀπόνους ποιοῦσα· μίσγεται δὲ καὶ εἰς τοὺς ἰσχιαδικοὺς κλυσμούς.

---

Dioscurides Pedianus, De materia medica, ed. Max Wellmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg001.local001/.
