Ancient Greek
Book 1, Chapter 104
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.104.1
Not analysed yet
(110)στιλβοῖ δὲ πρόσωπον ἐπιχριομένη γῆ Χία, 〈γῆ〉 Σελινουσία ὁμοίως, κροκοδιλεία ὁμοίως· μαστίχη, τήλινον μύρον, ῥόδινον τὸ λευκαινόμενον ἐπὶ τῷ ἡλίῳ ὁμοίως, πτελέας τὸ ἐν τοῖς θυλακίοις ὑγρόν, ἔλαιον Σικυώνιον.