Ancient Greek
Book 1, Chapter 108
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.108.1
Not analysed yet
(114)οὐλὰς δὲ μελαίνας αἴρει ἐπιχριόμενα· βρυωνίας ῥίζης λευκῆς καὶ μελαίνης ἑφθῆς ἐν ἐλαίῳ ἄχρι χυλώσεως τὸ ἔλαιον ἐπιχριόμενον, βάλανος μυρεψικὴ λεία σὺν οἴνῳ λευκῷ, βολβοὶ κεκαυμένοι μετὰ ἁλκυονίου σὺν οἴνῳ, καλαμίνθη ἐν οἴνῳ ἑφθή, λιθάργυρος πεπλυμένη σὺν ῥοδίνῳ λευκῷ, σικύου ἀγρίου ῥίζα σμηχομένη. [εὐζώμου σπέρμα μετὰ λιθαργύρου λεῖον μετὰ χολῆς αἰγείας ἢ προβατείας ἢ βοείας ἐπιχριόμενον.]