Ancient Greek
Book 1, Chapter 110
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.110.1
Not analysed yet
(116)στίγματα δὲ ἐξαίρει βατράχειον καταπλασθέν, καππάρεως φύλλων χυλὸς ὁμοίως, μανδραγόρου ἐπὶ ἡμέρας δ′ παρατριβόμενος, ἢ τὰ φύλλα τοῦ μανδραγόρου ταριχευθέντα ἐν ἅλμῃ καὶ περιχριόμενα ἐπὶ ἡμέρας μ′ ἢ ν′· ὁμοίως πόα 〈ἡ〉 καλουμένη στατικὴ παρατριβομένη, ἢ σικύου ἀγρίου ῥίζα ἑψηθεῖσα ἐν μελικράτῳ λεία ἐπιχριομένη, ἢ ψιμύθιον ἐν ὄξει καταχριόμενον· χρόνῳ δὲ αἴρει τοῦτο.