Ancient Greek
1.112.2 to 1.112.3
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.112.2-3
Not analysed yet
ἀφαιρῶν δὲ ὠμῇ λύσει κατάπλασσε· ἄγνου σπέρμα λεῖον μετὰ ἀφρονίτρου καὶ ὄξους, ἀλθαίας σπέρμα ὁμοίως, ἀλκυόνιον σὺν ὄξει, βρυωνίας ῥίζα λευκῆς καὶ μελαίνης ἑψηθεῖσα σὺν ἐλαίῳ μέχρι χυλώσεως, ἀσφοδέλου ῥίζης χυλός. βάλανος μυρεψικὴ καταχριομένη, βολβοὶ λεῖοι σὺν ὀπτῷ νίτρῳ σμώμενοι καὶ καθ’ ἑαυτοὺς καταπλασσόμενοι· ἐλλέβορος λευκὸς ἑψηθεὶς σὺν ὄξει καὶ σμηχόμενος καὶ ξηρὸς παρατριβόμενος μέχρις ἀνιδρώσεως, εἶτα καταχρίειν δεῖ σανδαράκῃ καὶ γῇ Μηλίᾳ χαμαιλέοντος μέλανος ῥίζα μετὰ θείου καὶ νίτρου καὶ ὄξους· δεῖ δὲ προεκνιτρῶσαι τοὺς τόπους· ἢ λιθαργύρου μέρη β′, θείου 〈ἀπύρου〉 μέρος α′, μείξας ἀνάτριβε ἐν βαλανείῳ, καὶ μετὰ τὸ λούσασθαι κατάχριε λιθαργύρῳ μετὰ εὐζώμου χυλοῦ.