Ancient Greek
Book 1, Chapter 115
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.115.1
Not analysed yet
(121)αἴρει 〈δὲ〉 τὰς ἐφηλίδας ἄρου ῥίζα μετὰ μέλιτος, μυροβάλανος καταχριομένη σὺν οἴνῳ, βολβοὶ ὠμοὶ καθ’ ἑαυτοὺς ἢ σὺν ᾠοῦ λεκίθῳ καὶ [σὺν] ὄξει ἢ μέλιτι, ἢ κεκαυμένοι μετὰ ἁλκυονίου μάλιστα ἔφηλιν ἀποκαθαίρουσιν· χαλβάνη σὺν ὄξει καὶ νίτρῳ μάλιστα φακοὺς αἴρει, κόμμι σὺν νίτρῳ καὶ μέλιτι.