Ancient Greek
Book 1, Chapter 118
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.118.1
Not analysed yet
(124)τοὺς δὲ περὶ τὰ αἰδοῖα 〈κνησμοὺς θεραπεύει〉 θάλασσα πυριωμένη, θεῖον ἐπιπασθέν, νίτρον [ἐν] ἐλαίῳ καὶ ὄξει καὶ σταφίδι ἀγρίᾳ καὶ στυπτηρίᾳ συλλειούμενον 〈καὶ〉 ἐν βαλανείῳ καταχριόμενον, μάλιστα ἐπὶ τῶν διδύμων· καὶ τρὺξ ὄξους ξηρὰ τριβεῖσα σὺν οἴνῳ ἐγκαταχριομένη διδύμοις· ἐγκατάχριε δὲ μετὰ ταῦτα ᾠοῦ τὸ λευκὸν μετὰ μέλιτος.