Ancient Greek
Book 1, Chapter 125
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.125.1
Not analysed yet
(133) μαστοὺς δὲ οὐκ ἐᾷ αὔξεσθαι ἐπὶ παρθένων μάλιστα καταπλασσόμενα· κωνείου σπέρμα ἔγχυλον λεῖον ὀθονίου προυποτιθεμένου, καὶ ἡ πόα δὲ ὁμοίως· στυπτηρία ὑγρὰ σὺν μέλιτι, ἰὸς σιδήρου σὺν ἐλαίῳ, ἐπιμηδίου φύλλα καταπλασσόμενα ὁμοίως· ἀκόνης Ναξίας τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σιδήρου τὸ ἀπότριμμα μετ’ ὄξους καταχριόμενον.