Ancient Greek
Book 1, Chapter 138
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.138.2
Not analysed yet
κάλαμος ἀρωματίτης λεῖος σὺν ἀλφίτῳ, δαφχρονίδες σὺν πάλῃ ἀλφίτου, δίκταμνον σὺν ἀλφίτῳ, ἐρυθροδάνου ῥίζαι ἑφθαὶ καὶ ὠμαί, ἐλλέβορος λευκὸς σὺν ἀλφίτῳ, βάλανοι δρύιναι ἑφθαὶ καὶ ὠμαί, ἐρύσιμον σὺν ὕδατι ἢ μέλιτι· σμυρνίου ῥίζαι, ζύμη μετὰ ἀλῶν, ἰξὸς σὺν ῥητίνη καὶ κηρῷ ἴσοις, πυρία ἡ διὰ θαλάσσης, κάρδαμον λεῖον, κρίθινον μετὰ συκίνης σποδιᾶς ἢ 〈στυπτηρίας〉 σχιστῆς, λεοντοπόδιον λεῖον μετὰ ἀλφίτου, λιβανωτίδος ῥίζα καὶ φύλλα, λινόσπερμον σὺν μέλιτι καὶ στέατι αἰγείῳ, μελάνθιον σὺν ὄξει·