Ancient Greek
Book 1, Chapter 139
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.139.2
Not analysed yet
ἢ ῥητίνης μέρη β′, χαλβάνης μέρος α′, νίτρῳ ὡς ὅτι πλείστῳ συμμαλαχθέντα· ἢ πύρεθρον, ἢ ψιμύθιον ἢ χάλκανθον σύκῳ ἀναλημφθὲν καὶ οἴνῳ [ἀρνόγλωσσον λεῖον], ἄσβεστος μετὰ μέλιτος, γαλῆς ζώσης καείσης τέφρα μετὰ κηρωτῆς ἰρίνης, γλαυκὸς τοῦ ὀρνέου 〈ὁ〉 ἐγκέφαλος καταχριόμενος, ὄλυνθοι 〈οἱ〉 ἀπὸ ἀγρίας συκῆς ἑψηθέντες ἐν οἴνῳ λεῖοι 〈καὶ〉 καταπλασθέντες.