# Περὶ ἀπλῶν φαρμάκων 1.145.1-3

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, 1.145.1 to 1.145.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/1.145.1

(154) χοιράδας 〈δὲ〉 διαφορεῖ ἄσβεστος μέλιτι ἢ γλοιῷ ἀναλημφθεῖσα ἢ ἐλαίῳ ἢ ὀξυγγίῳ καὶ ἐπιτεθεῖσα· ἄσφαλτος μετὰ γλοιοῦ, ἀπόπατος αἰγὸς ἐν ὄξει ἢ οἴνῳ ἑψηθεῖσα θερμὴ ἐπιτιθεμένη ὁμοίως· ἀρνόγλωσσον μετὰ ἁλῶν καταπλασσόμενον, ἀδίαντον ὁμοίως, ἀλθαία ἐν οἴνῳ ἑφθή, κρίθινον ἄλευρον ἐν πίσσῃ καὶ οὔρῳ παιδὸς ἀφθόρου καὶ ἐλαίῳ καὶ κηρῷ ἑψηθέν· αἴρινον ἄλευρον μετὰ περιστερᾶς κόπρου καὶ λινοσπέρμου ἐν οἴνῳ ἑψηθέν, μανδραγόρου ῥίζα ὁμοίως, μελισσόφυλλον σὺν ἁλσίν· ἢ ἔχιν ἀποδήσας λίνῳ κρέμασον, ὅπως ἀποθάνῃ· εἶτα λύσας τὸ λίνον περίαψον τᾷ τραχήλῳ· διαφορεῖ καὶ Ἀμμωνιακὸν οἴνῳ διεθὲν καὶ ἐπιτεθέν· βαλλωτη, ἥν τινες μέλαν πράσιον καλοῦσιν, σὺν ἁλσίν, ἀπαρίνη ὁμοίως, ἑλξίνη ὁμοίως· ὄνυχες βοῶν ἢ ὄνων ἢ ἵππων κεκαυμένοι ἐλαίῳ φυραθέντες· ὄστρακον 〈ἐξ〉 ἴπνου κηρωτῇ ἀναλημφθέν, πενταφύλλου ῥίζα ὁμοίως λεία σὺν λιβανωτῷ καὶ ἁλσὶν ὀλίγοις, πέπερι σὺν πίσσῃ, σιλφίου ῥίζα σὺν κηρωτῇ· σκίλλα ὀπτὴ σὺν κηρωτῇ — διὰ τετάρτης δὲ λύε —, ὄλυνθοι ἄγριοι καὶ ἥμεροι ἑφθοὶ λεῖοι καταπλασσόμενοι καὶ πᾶσαν συστροφὴν διαφοροῦσιν· στύραξ μαλαχθεὶς καὶ ἐπιτεθείς, ἀπαρίνη μετὰ ὀξυγγίου, ἶρις ἑφθὴ καταπλασθεῖσα, ἐρύσιμον σὺν ὕδατι ἢ μέλιτι, ἐχίδνη ἑφθὴ ἐσθιομένη·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
