Ancient Greek
Book 1, Chapter 150
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.150.1
Not analysed yet
(159) πολύπους δὲ ἐξεσθίει προελκωθέντας δρακοντίου ῥίζα καταχρισθεῖσα καὶ ὁ χυλὸς αὐτῆς διαχριόμενος, ἐλελίσφακος καταπλασσομένη, κυπαρίσσου σφαιρία κοπέντα καὶ σύκου σαρκὶ ἀναλημφθέντα καὶ καταπλασσόμενα καὶ ἐντιθέμενα· ὀπὸς σιλφίου μετὰ ἰοῦ ἢ χαλκάνθου, 〈κόπρος〉 κυνεία λευκὴ ὄξει λειοτριβηθεῖσα καὶ διαχριομένη ἢ ἐγχυματιζομένη ποιεῖ ἄκρως.