Ancient Greek
Book 1, Chapter 157
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.157.1
Not analysed yet
(165) τὰς δὲ κατὰ τὰ νεῦρα τρώσεις ἀφλεγμάντους τηρεῖ καταπλασσόμενα· κόκκος βαφικὴ λεία σὺν ὄξει καὶ μέλιτι, κραταιόγονον λεῖον, κρίνου ῥίζα ἑφθὴ ἐν οἴνῳ λεανθεῖσα, οἰνάνθη ὁμοίως, ὀπὸς σιλφίου μετά τινος τῶν θερμαντικῶν ἀποζεμάτων ἐπιτιθέμενος· νευράδος, ἣν καὶ ποτίρριον καλοῦσιν, ῥίζα· ἄγχουσα καταπλασθεῖσα.