Ancient Greek
Book 1, Chapter 159
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.159.1
Not analysed yet
(167)ἀκίδας δὲ καὶ σκόλοπας ἕλκει καταπλασθέντα· ὁρμίνου φύλλα καὶ τὸ σπέρμα μετὰ ἀλφίτου, ξιφίου ῥίζα σὺν ὕδατι ἢ καθ’ ἑαυτὴν ἢ σὺν λιβανωτῷ καὶ οἴνῳ, ἴρεως ῥίζα, λεοντοποδίου καρπὸς καὶ φύλλα μετὰ ἀλφίτου· Ἀμμωνιακὸν σὺν μέλιτι, ὄρχις ἡ βοτάνη καταπλασσομένη, ἀναγαλλὶς ὁμοίως, ἀριστολοχείας ῥίζα ὡσαύτως· καλάμου φραγμίτου ῥίζα καὶ τοῦ μεγάλου τὰ φύλλα λεῖα, κοχλίαι σὺν τῇ σαρκί, ναρκίσσου ῥίζα ἢ βολβὸς σὺν μέλιτι, σίνηπυ μετὰ ζύμης, ὀξυακάνθου ῥίζα, δίκταμνον —τοῦτο δέ φασιν ἐν Κρήτῃ νεμηθείσας ὑπό τινων τοξευθείσας αἶγας ἐκβάλλειν τὰ βέλη —,πρόπολις ἐπιτιθεμένη, πυκνοκόμου καρπὸς λεῖος, σαύρας κεφαλὴ λεία, σιλού ρου ταριχηροῦ σάρξ, νεβροῦ πυτία, τράγειον πινόμενον.