Ancient Greek
Book 1, Chapter 160
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.160.4
Not analysed yet
μελάμφυλλον, ὃ δὴ καὶ παιδέρωτα, οἱ δὲ ἄκανθον καλοῦσι, καθ’ ἑαυτὸ χλωρὸν λεῖον καὶ σὺν ὄξει καὶ ῥοδίνῳ καὶ σὺν ἄρτῳ ποιεῖ ἄκρως, σποδὸς μετὰ κράμβης χυλοῦ. καταντλούμενα 〈δὲ〉 ὠφελεῖ τὰ ἐρυσιπέλατα κολυμβάδων χυλός, σιδίων ἀπόζεμα 〈ἢ〉 κυτίνων ἢ σμύρνης 〈ἢ〉 ἀλθαίας ἢ βάτου ἢ βαλαυστίου ἢ κισσοῦ ἢ σχοίνου ἢ ἐρεβίνθων ἢ πτελέας τῶν ῥιζῶν.