Ancient Greek
Book 1, Chapter 162
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.162.1
Not analysed yet
(171)τὰς δὲ ἐπινυκτίδας ἀγριελαίας ἄνθεσι κατάπλασσε, ἢ ῥάμνου ἢ ἄγνου φύλλοις σὺν μέλιτι, ἀμυγδάλοις πικροῖς σὺν οἴνῳ, προβάτου κόπρῳ καθ’ ἑαυτήν, ἀρνογλώσσῳ καθ’ ἑαυτό, σταφίδι μετὰ πηγάνου, ἀψινθίῳ σὺν ὕδατι, κορίῳ χλωρῷ λείῳ, σαμψούχῳ σὺν ὕδατι, σικύου φύλλοις ὁμοίως.