Ancient Greek
Book 1, Chapter 17
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.17.1
Not analysed yet
(16 Sp.) καὶ τοὺς σκοτωματικοὺς δὲ ὠφελεῖ ἐμβρέγματα τὰ προγεγραμμένα ἐπὶ τῶν κεφαλαλγούντων· διεγείρει δὲ αὐτοὺς ὅσα καὶ τοὺς ληθαργικούς. (17. Sp.) χρῆσθαι δὲ καὶ ἐπὶ τῶν μαινομένων ἐπιβρέγμασι τοῖς εἰρημένοις ἐπὶ κεφαλαλγίας.