# Περὶ ἀπλῶν φαρμάκων 1.170.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, Book 1, Chapter 170. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/1.170.1

(178)ἀπουλοῖ δὲ τὰ πυρίκαυτα ἀγχούσης ῥίζα μετὰ κηρωτῆς ῥοδίνης ἢ μυρσινίνης ἑψηθεῖσα, ἀπόπατος σὺν ῥοδίνῃ κηρωτῇ προβατεία μιγεῖσα, περιστερᾶς κόπρος καεῖσα ἐν ὀθονίῳ καὶ σὺν ἐλαίῳ λεανθεῖσα· λιθαργύρου 〈· α′ καὶ ἐλαίου παλαιοῦ x̊ α′· ἕψεται πυρὶ λαμπρῷ, ἕως ἂν πυροειδὲς γένηται, καὶ καταχρίεται, ἐπάνωθεν δὲ κισσοῦ φύλλα ἐπιτίθεται· ἢ κιννάβαρι μετὰ ψιμυθίου καὶ κριθῶν κεκαυμένων ἴσα μετὰ κηρωτῆς μυρσινίνης·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
