Ancient Greek
Book 1, Chapter 171
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.171.1
Not analysed yet
(173)χίμετλα δὲ ἰᾶται καταντλούμενα· κυκλαμίνου ῥίζης ἀφέψημα, ἀσφοδέλου ῥιζῶν ὁμοίως, γογγύλη ἐν θαλάσσῃ ἢ ἐν ἅλμῃ ἀφηψημένη, βατράχειον σὺν ὕδατι· ἀρκτίου φύλλα καὶ καυλὸς καὶ ῥίζα ἐν οἴνῳ ἀφεψόμενα καὶ αὐτὰ 〈δὲ〉 καταπλασσόμενα, μάδος 〈ὁ〉 ἀπὸ βυρσοδεψῶν καταντλούμενος, σιλφίου ἀπόζεμα, ὀρόβου ἀφέψημα, θάλασσα καθ’ ἑαυτήν.