Ancient Greek
1.171.3 to 1.171.4
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.171.3-4
Not analysed yet
δρακοντίου φύλλα ἑφθά, καρκίνοι ποτάμιοι κεκαυμένοι μετὰ μέλιτος, κοτυληδὼν λεία, λιβανωτὸς σὺν στέατι ἀρκείῳ, λιθάργυρος σὺν κηρωτῇ μυρσινίνῃ, ἢ μολύβδαινα ὁμοίως, ἢ ὄνυχες ὄνων ἐπιπασσόμενοι λεῖοι κεκαυμένοι, πνεύμων θαλάσσιος λεῖος καταπλασσόμενος, πράσιον λεῖον ὁμοίως καταπλασσόμενον· σῦκα ξηρὰ μετὰ κηρωτῆς ἢ ὠμὰ μετ’ ἐλαίου θερμοῦ λεῖα, φακὸς ὁ ἐπὶ τῶν τελμάτων, κρίνου ῥίζα ἑφθὴ λεία καταπλασσομένη μετὰ στέατος χοιρείου ἀνάλου, σίδια ἐν οἴνῳ ἑφθά, σίλφιον μετ’ ἐλαίου λεῖον, στέαρ 〈καὶ〉 κηρὸς 〈μετ’ ἐλαίου〉 μυρσινίνου, ἢ φακὸς ἑφθὸς μετ’ ἐλαίου θερμοῦ λεῖος.