Ancient Greek
Book 1, Chapter 176
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.176.1
Not analysed yet
(186)καθαίρει δὲ 〈τὰ ῥυπαρὰ〉 ἕλκη πράσιον μετὰ μέλιτος, κνίδης φύλλα μετὰ ἁλῶν, ἀριστολοχεία σὺν μέλιτι, Γεντιανή, ἷρις σὺν μέλιτι, 〈ἐλαῖαι〉 κολυμβάδες καταπλασθεῖσαι, ἐλελίσφακος λεῖος, ἐχίνου θαλασσίου κεκαυμένα ὄστρακα, ναρκίσσου ῥίζα σὺν ὀρόβῳ καὶ μέλιτι· ἢ νίτρου ἀφρὸν μέλιτι μείξας καῦσον ἐν χύτρια καινῇ καὶ μείξας ἶριν στοχασμῷ χρῶ· ἢ χάρτου κεκαυμένου 〈· η′, ἀρσενικοῦ 〈· δ′ σὺν ῥοδίνῳ ἢ μέλιτι ἢ κηρῷ.