Ancient Greek
Book 1, Chapter 189
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.189.1
Not analysed yet
(199)πυοποιεῖ δὲ καὶ περιρρήσσει 〈τοὺς ἄνθρακας〉 καρύου βασιλικοῦ παλαιοῦ καὶ προσφάτου τὸ ἐντός, στροβίλου τὸ ἐντὸς ὁμοίως, κορίου φύλλα μετὰ σταφίδος, μήκωνος κερατίτιδος φύλλα καὶ τὰ ἄνθη· ὀπὸς σιλφίου μετὰ πηγάνου καὶ νίτρου καὶ μέλιτος ἢ καθ’ ἑαυτόν· 〈δεῖ δὲ〉 ἄνωθεν ἀειζώῳ καταλαμβάνειν, ὥστε προσμένειν· ὄροβος λεῖος σὺν οἴνῳ, πίσσα ὑγρὰ σὺν σταφίδι καὶ στέατι, κράμβης φύλλα λεῖα σὺν ὕδατι.