Ancient Greek
Book 1, Chapter 195
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.195.1
Not analysed yet
(205)ἐλεφαντιάσεις δὲ ὠφελεῖ ἀρνόγλωσσον 〈καταπλασσόμενον〉 σὺν μέλιτι ἐπὶ τῶν ἐξοιδούντων μερῶν, ἱερὰ βοτάνη ὁμοίως, χολὴ ἀγρίας αἰγὸς ἢ τράγου καταχρισθεῖσα· ὠφελεῖ καὶ γάλα σχιστὸν καταπινόμενον ἱκανῶς τοὺς ἐλεφαντιῶντας, ὠφελεῖ καὶ καλαμίνθη ἐσθιομένη ἢ ὁ χυλὸς αὐτῆς πινόμενος ὀρροῦ γάλακτος ἐπιπινομένου, καὶ κεδρία ἐκλειχομένη· ποιεῖ δὲ θαυμαστῶς ἵππειον στέαρ ἐπιχριόμενον τοῖς οἰδηκόσι μέρεσιν.