Ancient Greek
Book 1, Chapter 2
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.2.3
Not analysed yet
ἢ κάρδαμον φώξας λεῖον ἀναλάμβανε ὄξει καὶ ῥοδίνῳ καὶ ἐμπλάσας ἐπιτίθει ἐπὶ τοῦ μετώπου, ἢ κάρυα Ποντικὰ καὶ πήγανον ὀλίγον λεῖα σὺν ῥοδίνῳ ὁμοίως, ἢ σμύρναν καὶ νάρδου στάχυν καὶ καρδάμωμον ἴσα σὺν ῥοδίνῳ, ἢ ὀρίγανον λεῖον ἐν ὄξει καὶ ῥοδίνῳ φυράσας, ἢ σικύου ἀγρίου ῥίζαν ξηρὰν λείαν σὺν οἴνῳ Ἀμινναίῳ. ἢ ἴρεως λείας ὀξύβαφον, 〈ἢ〉 πεπέρεως κόκκους ζ′ σὺν ὄξει καὶ ῥοδίνῳ.