Ancient Greek
Book 1, Chapter 200
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.200.1
Not analysed yet
(210) τὰς δὲ ἐκ μυκτήρων αἱμορραγίας στέλλει ὀξύσχοινος ἐντιθεμένη λεία, κνίδης φύλλων χυλὸς ἐν μοτοῖς ἐντιθέμενος καὶ αὐτὰ 〈δὲ〉 τὰ φύλλα λεῖα κατὰ τοῦ μετώπου ἐπιτιθέμενα, χαλκῖτις, χάλκανθον κεκαυμένον· ἢ ἀνθήλη κεκαυμένη ξηρὰ ἐν μοτοῖς ἐντιθεμένη, ὁμοίως φλόμος ὁ εἰς τὰ ἐλλύχνια καὶ ἐλελισφάκου φύλλα λεῖα· βολβοὶ λεῖοι κατὰ τοῦ μετώπου καταπλασσόμενοι ἐν πράσου χυλῷ ἢ ὄξει, ὀνὶς ὁμοίως·