Ancient Greek
Book 1, Chapter 203
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.203.1
Not analysed yet
(213) ἀναστομοῖ δὲ αἱμορροίδας μυττωτὸν ἐσθιόμενον, ἀμαράκινον ἢ ἴρινον περιχριόμενον· ἐρεθίζει αὐτὰς καὶ χολὴ βοεία ὡς βάλανος προστεθεῖσα, καὶ πρὸ τῆς χειρουργίας δὲ περιχρισθεῖσα· κατέχει δὲ καὶ οὐκ ἐᾷ ἐκτρέπεσθαι αὐτάς, ὁμοίως κυκλαμίνου χυλός.