Ancient Greek
Book 1, Chapter 205
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.205.1
Not analysed yet
(212) ἐπέχει δὲ αἱμορροίδας παραχρῆμα· ἀκακίας κιρρᾶς 〈· δ′, μολυβδαίνης 〈· δ′, τραγακάνθης 〈· β′, κατὰ ἓν λειώσας ἕκαστον, εἶτα μείξας καὶ δεύσας ὕδατι ἔμπλασσε εἰς μοτὸν ἢ ἔριον καὶ ἐπιτίθει. προσκλύσματι δὲ χρῶ χαλκάνθῳ ἢ κηκῖδι 〈καὶ〉 στυπτηρίᾳ, ἴσοις λείοις διειμένοις θερμῷ ὀξυκράτῳ ἢ ὕδατι καὶ προσκλυζομένοις.