Ancient Greek
Book 1, Chapter 212
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.212.1
Not analysed yet
(221) τὰς δὲ ῥαγάδας θεραπεύει διφρυγὲς σὺν ῥοδίνῳ, ἀλόη σὺν γλυκεῖ καταχριομένη, διψάκου ῥίζα λεία ἀναλημφθεῖσα κηρωτῇ, καρκίνων ποταμίων καέντων ἡ τέφρα σὺν κηρωτῇ ῥοδίνῃ ἐπιτεθεῖσα, οἴσυπος σὺν μελιλώτῳ καὶ βουτύρῳ, πίσσα ὑγρὰ καθ’ ἑαυτήν, σέριδος χυλὸς σὺν μάννῃ, πορφύρας ὄστρακον καὲν καὶ σμύρνα ἴσα κηρωτῇ ἀναλημφθέντα ὑγρᾷ.