Ancient Greek
Book 1, Chapter 216
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.216.1
Not analysed yet
(224) τὰς δὲ προπτώσεις τοῦ δακτυλίου στέλλει περιχριόμενα· ἀκακίας χύλισμα, βάτου χυλὸς καὶ τὰ φύλλα καταπλασσόμενα, ἀναγαλλὶς ἡ τὸ κυάνεον ἄνθος ἔχουσα καταπλασθεῖσα —ἡ δὲ ἐρυθρὰ ἐρεθίζει καὶ ἐκτρέπει —,κηκῖδος ἀφέψημα ἢ Κυδωνίων ἢ μυρρίνης ἢ σιδίων ἐγκαθεζόμενον ἢ ὀξὺκρατον· λιβανωτίδος φύλλα καταπλασσόμενα, Κυδώνια ἑφθὰ λεῖα ἐπιτιθέμενα, μυρσίνη ὁμοίως καταπλασσομένη, [ἢ] νάρκη θαλασσία προστιθεμένη, οἰνάνθη 〈ἡ〉 ἀπὸ τῆς ἀγρίας ἀμπέλου ἢ κύπρου φύλλα καταπλασσόμενα.