Ancient Greek
Book 1, Chapter 223
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.223.1
Not analysed yet
(229) τοὺς δὲ προσφάτους σπασμοὺς θεραπεύει σέσελι μετὰ μελικράτου πινόμενον. (230) συγχριόμενα δὲ ἐπὶ τετάνου καὶ σπασμωδῶν τρόμων ἁρμόζει· καστόριον σὺν ἐλαίῳ, ὑπερικὸν ὁμοίως, πευκεδάνου ὀπός, πισσέλαιον, σάμψουχον σὺν ὠμῇ λύσει, κονία συκίνη σὺν ἐλαίῳ· ἁρμόζει καὶ ἔλαιον συνεχῶς καταχεόμενον κατὰ τοῦ αὐχένος, καὶ εἰς τὴν ἔμβασιν τοῦ ἐλαίου κατάβασις. ἐπιμενούσης δὲ τῆς τάσεως ἐπὶ χρόνον ἱκανὸν ὠφελοῦνται καιόμενοι τὸ κατὰ τοῦ τένοντος δέρμα.