Ancient Greek
Book 1, Chapter 226
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.226.1
Not analysed yet
(233) παραλυτικοῖς δὲ ποιεῖ ποτά· καρδαμώμου 〈· α′ σὺν ὕδατι ἢ οἴνῳ, καππάρεως τοῦ ἐκ τῶν ἀπίων καρποῦ 〈· β′ σὺν οἴνῳ 〈καὶ〉 τῆς ῥίζης ὁμοίως, καστόριον ἐν ὕδατι ἢ μελικράτῳ ἢ οἴνῳ, πενταφύλλου ῥίζης χυλός, καὶ 〈τὰ〉 ἀρθριτικοῖς ἁρμόζοντα συγχρίσματα ἐπιτηδείως παραλαμβάνεται ἐπὶ παραλύσεως 〈καὶ〉 κόστος σὺν ἐλαίῳ καὶ τὰ θερμαντικὰ τῶν ἀκόπων.