# Περὶ ἀπλῶν φαρμάκων 1.228.1-3

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, 1.228.1 to 1.228.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/1.228.1

(235) καταχριόμενα δὲ ποδάγρας καὶ ἀρθρίτιδας ὠφελεῖ καὶ καταπλασσόμενα· ἄσβεστος λεία ὄξει φυραθεῖσα καὶ ἐπιτεθεῖσα — ἐπιχρίειν δὲ δεῖ ἐλαίῳ ἢ κηρωτῇ πρὸς τὸ μὴ ἑλκοῦσθαι —, ἢ ἄσβεστος καὶ ὄστρακον ἴσα μετ’ ὄξους καὶ ῥοδίνου ἀνειλημμένα ἢ ὀξυγγίου, ὀπὸς μήκωνος μετ’ ὄξους καὶ ῥοδίνου καταχριόμενος· ποιεῖ δὲ δυσκινήτους καὶ βαρεῖς τοὺς πόδας. παραχρῆμα δὲ ποιεῖ ἀπόνους τοῦτο· φλόμου τὰ ἁπαλώτατα τῶν φύλλων μετὰ βολβῶν καὶ ἀλφίτου καὶ ὕδατος καταπλασσόμενα, καὶ κάππαρις ἣν ἐσθίομεν βραχεῖσα ἐν ὕδατι καὶ τριβεῖσα, εἶτα ἐγχλιασθεῖσα μετ’ ἐλαίου ὡς κηρωτὴ καὶ ἐν ὀθονίῳ ἐπιτεθεῖσα, αἰγίλωψ ἢ ἀείζωον σὺν κριθίνῳ ἀλεύρῳ καταπλασθέν, πράσιον μετὰ ἁλῶν, βολβοὶ μετὰ μέλιτος. αἰγείρου φύλλα ἐν ὄξει ἑφθά, αἷμα καταμήνιον καταχριόμενον· ἀκτῆς καυλοὶ σὺν τοῖς φύλλοις λεῖοι μετὰ πρασίου καὶ στέατος, ὑοσκυάμου φύλλα, ἅλες σὺν ἐλαίῳ, ἀμόργη ἐλαίου πρόσφατος θερμὴ καταντλουμένη ἢ ἀνέψητος καταχριομένη, Ἀμμωνιακὸν σὺν πίσσῃ ξηρᾷ μαλαχθέν, ἀνδρόσακες καταπλασσόμενον, ἀπόπατος βοὸς θερμὴ καταπλασσομένη, αἰγὸς ἀπόπατος λεία σὺν ὀξυγγίῳ ἢ αἰγείῳ παλαιῷ στέατι, ἀφρόνιτρον καὶ λιβανωτὸς σὺν ὀξυγγίῳ·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
