# Περὶ ἀπλῶν φαρμάκων 1.228.7-9

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, 1.228.7 to 1.228.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/1.228.7

ποιεῖ καὶ λευκῶν ἐλαιῶν χυλὸς καταντλούμενος καὶ αἱ λευκαὶ 〈δὲ〉 ἐλαῖαι καταπλασσόμεναι· γογγύλης ἐγκρυβείσης πυρὶ καὶ ὀπτηθείσης τὸ ἔσωθεν καταπλασσόμενον λεῖον, μυροβάλανος καταπλασσομένη σὺν ἀλεύρῳ αἰρίνῳ καὶ μελικράτῳ, φῦκος ἢ βρύον θαλάσσιον, ἔχιδνα ἑφθὴ ἐσθιομένη· ὠφελεῖ 〈καὶ〉 μανδραγόρου ῥίζα σὺν ἀλφίτῳ καταπλασσομένη, μελισσόφυλλον ἢ πήγανον, σίνηπυ σὺν μέλιτι, βάλανος μυρεψικὴ σὺν πάλῃ ἀλφίτου, γάλα γυναικεῖον μετὰ κωνείου, γαλῆς καείσης ἡ τέφρα μετ’ ὄξους, γλήχων μετὰ ἀλφίτου, ἑλξίνη σὺν τραγείῳ στέατι ἢ κηρωτῇ, ἡλιοτροπίου τοῦ μεγάλου τὰ φύλλα σὺν τοῖς καυλοῖς, θαψίας χυλὸς καταχριόμενος πρὸς ὀλίγον, ἐφ’ ὧν τὴν ἐπιφάνειαν βούλει ῥευματίσαι· θεῖον ἄπυρον σὺν ὕδατι καὶ νίτρον ὁμοίως, καστόριον σὺν ἐλαίῳ συγχριόμενον, κολοκύνθης ξύσματα λεῖα καταπλασσόμενα, κράμβης ὠμῆς χυλὸς μετὰ τηλίνου ἢ φακίνου ἀλεύρου καὶ ὄξους· ἢ ἀχράδες σὺν ἀλεύρῳ κριθίνῳ καὶ ὄξει, αἴρινον ἄλευρον φυραθὲν ἀφεψήματι κωδυῶν. καταντλεῖται δὲ ὠφελίμως ἐπ’ αὐτῶν γογγυλίδων σὺν ἅλμῃ ἑψηθεισῶν τὸ ἀφέψημα, θάλασσα θερμή, ἰτέας φύλλων καὶ φλοιοῦ ἀφέψημα.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
