Ancient Greek
Book 1, Chapter 231
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.231.1
Not analysed yet
(238) κλυσμοὶ δὲ ἁρμόζουσιν ἐπὶ ἰσχιαδικῶν γάρος 〈ὁ〉 ἐξ ἰχθύων ταριχηρῶν καὶ σιλούρων, ἴρεως ἀπόζεμα, Κενταυρείου τοῦ λεπτοῦ, κολοκυνθίδος, ἀριστολοχείας ῥίζης ὁμοίως ἐν ὕδατι, θλάσπιος σπέρμα λεῖον ἐνεθὲν ἢ καὶ ἑψηθὲν ἐν ὕδατι, λεοντοπετάλου ῥίζα ἀφεψηθεῖσα ἐν ὕδατι, ἅλες ἢ νίτρον σὺν μελικράτῳ, ἅλες σὺν πτισάνης χυλῷ· σπάρτον θαλάσσῃ βρέξας ἐφ’ ἱκανὰς ἡμέρας, εἶτα ἐγκόψας καὶ χυλίσας ἔνες —αἷμα δὲ ἄγει —,κολοκυνθίδος ἐντεριώνη ἐν πιτύρων ἀφεψήματι ἀποβραχεῖσα.