Ancient Greek
Book 1, Chapter 234
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.234.1
Not analysed yet
(241) πυρίαι δὲ ἰσχιάδος καὶ τῶν ἄλλων ἀλγημάτων ἱκανῶς ἐνεργοῦσι· βοὸς νομάδος πρόσφατον ἀπόπατον ἐνειλήσας φύλλοις καὶ θερμάνας ἐν θερμοσποδιᾷ ἐμπλάσας 〈τε〉 εἰς ὀθόνιον ἐπίθες· ἅλες φρυκτοὶ ἐν σάκκῳ ἢ κέγχρος 〈ἢ〉 ἀμφότερα μιγέντα ἢ ἔλυμος ὁμοίως, ἢ πίτυρα ἑφθὰ σὺν δάφνης φύλλοις καὶ ἅλμῃ ἢ θαλάσσῃ ἢ μελικράτῳ ὁμοίως εἰς σάκκον βαλλόμενα ἐκ πυκνοῦ πεποιημένου ῥάκους.