Ancient Greek
Book 1, Chapter 29
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.29.1
Not analysed yet
(27) ὀφθαλμῶν δὲ μελλόντων ῥευματίζεσθαι ἐφίστησιν πολλοῦ ψυχροῦ κατάντλησις, ἐνίοτε καὶ ὄξους μιγέντος, καὶ μάλιστα θέρους. (35) περιαπτομένη δὲ τῷ τραχήλῳ διηνεκῶς κωλύει ὀφθαλμίαν τριβόλου ῥίζα, πολυγόνου ὁμοίως. δοκοῦσι δὲ τηρεῖν ἐπ’ ἐνιαυτὸν ἀνοφθαλμιάτους κύτινοι ῥοᾶς μικροὶ καὶ μεμυκότες ματαπινόμενοι.