Ancient Greek
Book 1, Chapter 37
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.37.1
Not analysed yet
(38) ὑποδρομὰς δὲ αἵματος θεραπεύει ἐγχριόμενον αἷμα περιστερᾶς πρόσφατον, τρυγόνος, πέρδικος, φάττης· γάλα γυναικεῖον σὺν λιβανωτῷ, κόκκος βαφικὴ σὺν γάλακτι ὁμοίως, αἱματίτης λίθος σὺν γάλακτι γυναικείῳ, ὕσσωπον λεῖον ἐνδεθὲν εἰς ὀθόνιον καὶ ἀποβαπτόμενον εἰς ὕδωρ θερμὸν πυριωμένου τοῦ ὀφθαλμοῦ, ἄσφαλτος καὶ λίβανος ἴσα ὑποθυμιαθέντα.