# Περὶ ἀπλῶν φαρμάκων 1.40.1-3

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, 1.40.1 to 1.40.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/1.40.1

καθαίρει δὲ τὰ ἐπισκοτοῦντα ταῖς κόραις 〈καὶ〉 ἄργεμα καὶ νεφέλια καὶ ἀχλῦς· ποιεῖ δὲ καὶ ὀξυδερκίαν (41) ἐπὶ τῶν ἀμβλυωπούντων ἐγχριόμενα· ἀκόρου χύλισμα, λιβανωτίδος σπέρμα λεῖον μετὰ γάλακτος, μήκωνος κερατίτιδος τοῦ φύλλου ἢ καὶ τῶν ἀνθῶν ὁ χυλὸς ἐνσταζόμενος καὶ ἐπὶ κτηνῶν ἄργεμον ἀποκαθαίρει, ἁλικακκάβου ῥίζης τοῦ φλοιοῦ καὶ καρποῦ χυλὸς ὁμοίως, ἢ καὶ 〈ὁ〉 ὀπὸς αὐτοῦ σὺν μέλιτι· πευκεδάνου ὀπὸς ὁμοίως, σαγαπηνὸν ὁμοίως, ἀνεμώνης χυλὸς ὁμοίως, ὁρμίνου ἀγρίου σπέρμα ὁμοίως, κεγχρίδων ἄφοδος ὁμοίως, ἐλαίας Αἰθιοπικῆς τὸ δάκρυον, ἐλλέβορος λευκός, ἔρια οἰσυπηρὰ κεκαυμένα, Εὐφορβίου χυλός, ἰὸς καείς, κισσός, κινάμωμον, ἰτέας χυλὸς καὶ ὀπός, Κενταυρείου τοῦ λεπτοῦ χυλός, κίσηρις ὀπτὴ λεία, κρομύου χυλός, κυκλαμίνου τῆς ῥίζης χυλός, μαράθου τῆς ῥίζης χυλός, μελανθίου καὶ μελισσοφύλλου χυλός· ἠριγέροντος χυλός, ὀμφάκιον, ὀπὸς σιλφίου, ὀποπάναξ, πηγάνου ἀγρίου χυλός, δρακοντίου ῥίζης χυλός, θρίδακος ἀγρίας χυλός, ἀψίνθιον λεῖον, λωτοῦ τῆς πόας χυλός, χαμαίδρυος χυλός, ὠκίμου χυλός, πρασίου χυλός· νίτρον, ζιγγίβερι, στρούθιον, στυπτηρία κεκαυμένη, αἱματίτης λίθος, κουράλιον, κοχλίας χερσαῖος κεκαυμένος, χελιδόνων νεοσσῶν κεκαυμένων ἡ τέφρα· τούτων ἕκαστον σὺν μέλιτι Ἀττικῷ λελειωμένον καλῶς·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
