Ancient Greek
Book 1, Chapter 43
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.43.1
Not analysed yet
(44) νυκτάλωπας δὲ ἐγχριόμενα ὠφελεῖ· αἶμα τρυγόνος, φάσσης, περιστερᾶς, πέρδικος ἢ αἰγὸς ἀγρίας καὶ τράγου· ἥπατος αἰγέιου ὁ ἐν τῇ ὀπτήσει ἰχὼρ ἀπορρέων ἐγχριόμενος, καὶ αὐτὸ τὸ ἧπαρ ἐσθιόμενον, καὶ ἡ ἀτμὶς δὲ αὐτοῦ ἑψομένου ἑλκομένη ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς· ὠφελεῖ δὲ καὶ ἐλατήριον λεῖον σὺν μέλιτι ἐγχριόμενον.