Ancient Greek
Book 1, Chapter 51
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.51.3
Not analysed yet
ἢ λιβανωτὸς καὶ περιστερᾶς κόπρος λεῖα μιγέντα —λιθοῦται δὲ καὶ προσμένει μέχρι ἀπουλώσεως —,ἢ ἀείζωον καθ’ ἑαυτὸ καὶ μετὰ μέλιτος· στυπτηρία σχιστὴ ὡς ὅτι πλείστῃ τερμινθίνῃ ἀναλημφθεῖσα· πρόπολις καὶ τερμινθίνη καὶ χόνδρος, ἴσα ἐν σπληνίῳ, ἢ ἅλες 〈ἢ〉 μαστίχη μετὰ στακτῆς ἀναμαλαχθεῖσα, ἢ μάννα σόγχου χυλῷ γαλακτίζοντι ἀναλημφθεῖσα· ποιεῖ καὶ βάλανος δρυίνη καεῖσα σὺν ὄξει, καὶ σποδὸς ἀμπελίνη ὁμοίως, ἢ ὄροβος μετὰ μέλιτος, ἢ σῦκα ξηρὰ λιπαρὰ σὺν πίσσῃ Βρυττίᾳ ἀναμαλαχθέντα ἴσα.