Ancient Greek
Book 1, Chapter 58
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.58.1
Not analysed yet
(61) τοὺς δὲ γεννωμένους σκώληκας ἐν ταῖς χρονίαις περὶ τὰ ὧτα ἑλκώσεσιν ἀποκτείνει· ἀμυγδάλινον ἔλαιον ἐγχεόμενον, καλαμίνθης χυλός, καππάρεως φύλλων χυλὸς ἢ τοῦ καρποῦ χλωροῦ, κεδρία, οὖρον ἀνθρώπινον παλαιόν, ἐλλέβορος λευκὸς λεῖος μετὰ μέλιτος, καὶ τοῖς πρὸς τὰς ἑλκώσεις ἀναγεγραμμένοις χρηστέον.