# Περὶ ἀπλῶν φαρμάκων 1.60.1-2

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, 1.60.1 to 1.60.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/1.60.1

(63) ἤχους δὲ τοὺς περὶ τὰ ὧτα ὠφελεῖ σῦκον λεῖον ἀναλημφθὲν σὺν σινήπει καὶ νίτρῳ καὶ ἐντεθὲν καὶ ἐαθὲν ἐπὶ ἡμέρας 〈ε′〉, ἐλλέβορος μέλας ξυόμενος καὶ ἐντιθέμενος ἑκάστης ἡμέρας νεαρός· ἢ δάφνινον καὶ ἀμυγδάλινον, ἑκάστου ἴσον, καστορίου ὀλίγον, ὄξους σταλαγμοὺς τρεῖς τρίψας ἐν τῷ αὐτῷ 〈ἀγγείῳ〉 καὶ χλιάνας ἔνσταζε· ἢ φλοιοῦ ῥαφανίδος χυλὸν ἐπὶ τρεῖς ἡμέρας ἔγχει, τῇ δὲ τετάρτῃ ἐκχέας τὸν χυλὸν καλαμίδα διαμπὰξ τετρημένην κάθες εἰς τὸ οὖς, κατὰ δὲ τὸ ὑπερκείμενον μέρος ἡ καλαμὶς ἐχέτω ἐλλύχνιον καιόμενον· οὕτω γὰρ πυριώμενον ὠφελεῖ λίαν· κλύζεται δὲ παραχρῆμα διὰ νίτρου καὶ ὕδατος.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
