Ancient Greek
Book 1, Chapter 68
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.68.3
Not analysed yet
ὀποπάναξ ὁμοίως ἐπιτηδευθεὶς σὺν σανδαράκῃ, σῶρι Αἰγύπτιον ῥητίνῃ ἀναλημφθέν, σαύρας ἧπαρ ἐντεθέν, πευκεδάνου ὀπὸς ἢ θεῖον 〈ἄπυρον〉 ἢ κηκὶς λεία μετὰ λυκίου περιπλαττόμενα μετὰ τὴν κάθαρσιν, ἢ πέπερι καὶ κρόκος ῥητίνῃ τερμινθίνῃ ἀναλημφθέντα· ἢ ὄφεως γῆρας καύσας καὶ τρίψας μετ’ ἐλαίου περίχριε γλοιώδη 〈ποιῶν〉, περιχαράξας πρότερον·