Ancient Greek
Book 1, Chapter 7
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.7.1
Not analysed yet
κατάρρους δὲ τοὺς ἐν μυκτῆρσιν ἐφίστησιν ἄσφαλτος ὑποθυμιωμένη, σμύρνα διαψωμένων τῶν μυκτήρων, κυάμινον ἄλευρον σὺν σκορόδῳ ῥοφούμενον, μελάνθιον ὀσφραινόμενον· ὠφελεῖ 〈δὲ〉 μεγάλως κυπαρίσσου σφαιρίων σπέρμα τριβὲν μετ’ οἴνου καὶ ἀναρροφηθὲν τῷ μυξωτῆρι.