# Περὶ ἀπλῶν φαρμάκων 1.73.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, Book 1, Chapter 73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/1.73.1

(76) σμήχει δὲ τοὺς ὀδόντας ἀριστολοχείας ῥίζα, ἐλάφου κέρας κεκαυμένον μειγνυμένης ὀλίγης μαστίχης· ἅλες λευκοὶ φυραθέντες μέλιτι καὶ καέντες ἐν χύτρᾳ, ἄχρι ἀνθρακωθῶσιν· κήρυκες πληρωθέντες ἁλὶ καὶ καέντες, κίσηρις ὀπτὴ οἴνῳ σβεσθεῖσα, κοχλίας χερσαῖος καεὶς σὺν μέλιτι, λίθος Ἀραβικὸς καεὶς σὺν μέλιτι, μύακες συγκεκαυμένοι 〈μέλιτι〉, ἢ σηπίας ὄστρακον κεκαυμένον· τούτων ἑκάστῳ ἢ εὐωδίας χάριν μείγνυται νάρδου στάχυος ὀλίγον ἢ σχοίνου ἄνθους· ἢ ἔρια οἰσυπηρὰ κεκαυμένα λεῖα ὀλίγου ἁλὸς αὐτοῖς μειγνυμένου.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
