Ancient Greek
Book 1, Chapter 75
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.75.1
Not analysed yet
(78) πρὸς δὲ τὰ οἰδοῦντα τῶν οὔλων καὶ ἐκσαρκοῦντα ἢ σηπόμενα ἁρμόζει διακλυζόμενα καὶ διακρατούμενα· ἀνδράχνης χυλός, ἀστραγάλου ῥίζης ἀπόζεμα ἐν οἴνῳ, ἐλαίας κολυμβάδος ἅλμη, ἔλαιον ὠμοτριβὲς καὶ μήλινον καὶ σχίνινον διακρατούμενα, σμύρνα σὺν οἴνῳ καὶ ἐλαίῳ, κεδρία σὺν ὄξει ἢ ἀμόργῃ, κηκῖδος ἀπόζεμα, κοκκυμηλέας φύλλα ἐν οἴνῳ ἑψηθέντα, κυτίνων ἀπόζεμα, μόρων φλοιοῦ καὶ φύλλων ἀπόζεμα, ὄξος σκίλλινον.