Ancient Greek
Book 1, Chapter 79
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.79.1
Not analysed yet
(83) τὰς δὲ ἐν τῷ στόματι σηπεδόνας ἵστησιν μὲν καὶ τὰ πρὸς νομὰς ἀναγεγραμμένα, ἰδίως δὲ ταῦτα· μαράθου ἀγρίου ῥίζης κεκαυμένης ἡ τέφρα· ἢ μαινίδων κεκαυμένων μέρη β′, ἀλόης μέρος α′, ξηρά· ἢ ἀρσενικοῦ 〈· δ′, χάρτου κεκαυμένου 〈· ιβ′, ξηρά· ἢ σταφὶς λεία χωρὶς τῶν γιγάρτων καταπλασθεῖσα, ἀμόργη ἐλαίου ἑψηθεῖσα ἐπιχριομένη, Βεττονικῆς πόας χυλός.