# Περὶ ἀπλῶν φαρμάκων 1.81.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, Book 1, Chapter 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/1.81.1

(85) πρὸς δὲ τὰς ἐντὸς 〈τῶν〉 παρισθμίων φλεγμονὰς χρώμεθα ἀναγαργαρίσμασι, μελικράτῳ μετὰ ἀποζέματος πιτύρων ἢ ῥόδων ἢ φακῆς, ἢ κοκκυμηλέας φύλλοις ἐν οἴνῳ ἑψηθεῖσιν. καὶ πρὸς τὰ εἱλκωμένα δὲ παρίσθμια ἑλξίνης χυλῷ, ἢ ἱερᾶς βοτάνης ἀφεψήματι· καὶ διαχριομένοις δὲ σὺν μέλιτι ἀκακίας χυλίσματι, ἀλόῃ, ἀμόργῃ ἡψημένῃ, βάτου τῷ χυλῷ ἡψημένῳ, ἁλσὶν ὁμοίως, λυκίῳ, πίσσῃ ὑγρᾷ, μίσυι, ὀριγάνου χυλῷ, χαλκοῦ ἄνθει, μόρων χυλῷ ἡψημένῳ σὺν μέλιτι καὶ στυπτηρίᾳ ὀλίγῃ. ποιεῖ δὲ καὶ ἀμυγδάλινον 〈ἔλαιον〉 ζεστὸν ἐγχεόμενον εἰς τὰ ὦτα.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
