Ancient Greek
Book 1, Chapter 85
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.85.1
Not analysed yet
(91) τοὺς δὲ ἀποκεκομμένους τὴν φωνὴν ὠφελεῖ πράσου χυλὸς καταρροφούμενος, κράμβη ὠμὴ διαμασωμένη τοῦ χυλοῦ ἐπιρροφουμένου, ῥοφήματα διὰ κυμίνου καὶ πράσου καὶ ἀλεύρου λαμβανόμενα, χαλβάνης ὅσον κύαμος μιγὲν ἐπιμελῶς μέλιτι καταπινόμενον.