Ancient Greek
Book 1, Chapter 89
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.89.3
Not analysed yet
ἢ κρόμυον λεῖον καταχριόμενον ἢ καταπλασσόμενον, κυκλαμίνου ῥίζα ὁμοίως, σίνηπυ μετ’ ὄξους, ὀπὸς σιλφίου μετὰ κρόκου καὶ οἴνου καὶ πεπέρεως, ὁπλαὶ αἰγὸς καεῖσαι σὺν ὄξει, πίσσης ὀρρὸς σὺν ἀλεύρῳ κριθίνῳ καταπλασσόμενος, ῥαφάνου τὸ ἐκτὸς παρατριβόμενον, σκόροδον κεκαυμένον σὺν ναρδίνῳ μύρῳ καταπλασθέν, σεύτλιον ὁμοίως· μυῶν κεφαλαὶ προστριβόμεναι, καὶ αὐταὶ δὲ ὅλαι προεκνιτρωθέντος τοῦ τόπου, κάσσυμα κεκαυμένον λεῖον σὺν ὄξει.